† ΚΥΡΙΑΚΗ ΚΗ΄ (Ι΄ ΛΟΥΚΑ). † Σάββα ὁσίου τοῦ ἡγιασμένου (†532). Διογένους μάρτυρος. ῏Ηχος γ΄, ἑωθινὸν ϛ΄.
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Βαρβάραν τὴν ἁγίαν», Δόξα, «᾿Ορθοδοξίας ὁδηγέ»· κοντάκιον «Τῷ ἐν Τριάδι εὐσεβῶς».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6, τοῦ ὁσίου προσόμοια 3 «Σάββα θεόφρον» κ.λπ. εἰς 4, Δόξα, «Τὸ κατ᾿ εἰκόνα τηρήσας», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, «Τῶν μοναστῶν τὰ πλήθη», Καὶ νῦν, θεοτοκίον «᾿Ανύμφευτε παρθένε» (Παρακλητική, ἦχος πλ. δ΄, Σαβ. ἑσπέρας)·
ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», Δόξα, «Ταῖς τῶν δακρύων σου ῥοαῖς», Καὶ νῦν, «῾Ο δι᾿ ἡμᾶς γεννηθείς».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τοῦ ὁσίου ὡς ἐν τῷ Μηναίῳ, τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον τοῦ ἁγίου «Ταῖς τῶν δακρύων σου ῥοαῖς».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α΄ στιχολογίας τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Σὲ τὴν μεσιτεύσασαν»)· εἶτα τὸ τῆς β΄ στιχολογίας κάθισμα τοῦ ἁγίου «Τὸν σταυρὸν τοῦ Κυρίου ἄρας», Δόξα, τὸ μετὰ τὸν πολυέλεον «Τὰ ἐπίγεια πάντα», Καὶ νῦν, τὸ θεοτοκίον «Τὴν οὐράνιον πύλην». Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ϛ΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ ὁσίου· ἀπὸ γ΄ ᾠδῆς τὸ τοῦ ὁσίου κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ μεσῴδιον αὐτοῦ κάθισμα μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χριστὸς γεννᾶται»· «Τὴν τιμιωτέραν», «[Μεγάλυνον, ψυχή μου…] Μυστήριον ξένον».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ϛ΄ ἀναστάσιμον «Δεικνύων ὅτι ἄνθρωπος», καὶ τὰ τοῦ Μηναίου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ ὁσίου προσόμοια 3 «῾Ο ὑπερόπτης τῶν κάτω» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α΄) «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ», β΄) «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον», Δόξα, τὸ ϛ΄ ἑωθινὸν «῾Η ὄντως εἰρήνη», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω τὰ οὐράνια», «Ταῖς τῶν δακρύων σου» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Η παρθένος σήμερον τὸν προαιώνιον Λόγον».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος –μετὰ προκειμένου τοῦ μηνολογίου– τοῦ ὁσίου, Σαβ. κζ΄ ἑβδ. ἐπιστ., «῾Ο καρπὸς τοῦ Πνεύματος» (Γαλ. ε΄ 22-ς΄ 2)· Εὐαγγέλιον Κυρ. ι΄ Λουκᾶ, «῏Ην διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν συναγωγῶν» (Λκ. ιγ΄ 10-17)·
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.