Τὴν ἀκολουθίαν τῶν προπατόρων ζήτει μετὰ τὴν 10ην Δεκεμβρίου.
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Υπομονῆς στῦλος γέγονας»· κοντάκιον «῞Ως περ ἀστὴρ πολύφωτος».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4, τῶν προπατόρων προσόμοια μόνον 3 καὶ τοῦ ἁγίου ἕτερα 3, Δόξα, «Τοὺς πρὸ τοῦ νόμου πατέρας», Καὶ νῦν, «῾Ο διὰ σὲ θεοπάτωρ».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας [εἰ βούλει, καὶ τὰ ἀναγνώσματα τοῦ ἱεράρχου].
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ ἁγίου «῾Ιεραρχῶν τὸ θεῖον κειμήλιον», Καὶ νῦν, «Τῶν προπατόρων τὸ σύστημα».
ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, «Τῆς συνόδου τῆς πρώτης», Καὶ νῦν, «᾿Εν πίστει τοὺς προπάτορας».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν στιχηρὰ ἰδιόμελα τοῦ ἱεράρχου, τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «᾿Εν πίστει τοὺς προπάτορας».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α΄ στιχολογίας τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Τὸ ἀπ᾿ αἰῶνος»)· εἶτα τὸ τῆς β΄ στιχολογίας κάθισμα τοῦ ἁγίου «Τοῖς λόγοις ἐκόσμησας», Δόξα, τὸ μετὰ τὸν πολυέλεον «᾿Ανακτόροις καὶ μύσταις», Καὶ νῦν, τὸ θεοτοκίον «Χαῖρε, θρόνε πυρίμορφε». Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ζ΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, ὁ τῶν προπατόρων «Πατράσιν αἴνων προσάξωμεν», καὶ ὁ τοῦ ἁγίου· ἀπὸ γ΄ ᾠδῆς ἡ ὑπακοὴ «Εἰς δρόσον τοῖς παισὶ» καὶ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου· ἀφ᾿ ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῶν προπατόρων, καὶ τὰ ἐν τῷ Μηναίῳ συναξάρια τῆς ἡμέρας καὶ τῆς Κυριακῆς.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χριστὸς γεννᾶται, δοξάσατε»· «Τὴν τιμιωτέραν», καὶ ὁ εἱρμὸς «[Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν…] Μυστήριον ξένον».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ζ΄ ἀναστάσιμον «῞Οτι ἦραν τὸν Κύριον», τῶν προπατόρων «Πατέρων μνήμην σήμερον», τοῦ ἁγίου «᾿Εδόξασεν ἐν θαύμασι» καὶ θεοτοκίον «᾿Εκύησας πανάχραντε».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 2, τῶν προπατόρων προσόμοια 3 «Πάντες τὴν τῶν σεπτῶν» κ.λπ. καὶ τοῦ ἁγίου ἕτερα 3, εἰς στίχους τὰ δύο τελευταῖα α΄) «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ», β΄) «Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται», Δόξα, τὸ ἰδιόμελον τῶν προπατόρων «Δεῦτε ἅπαντες πιστῶς», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 ἀναστάσιμα τροπάρια τοῦ ἤχου καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τῶν προπατόρων].
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», «᾿Εν πίστει τοὺς προπάτορας», «Τῆς συνόδου τῆς πρώτης» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Η παρθένος σήμερον τὸν προαιώνιον».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ προκειμένου– τοῦ ἱεράρχου, Κυρ. κϛ΄ ἐπιστ., «῾Ως τέκνα φωτὸς περιπατεῖτε» (᾿Εφεσ. ε΄ 8-19)· Εὐαγγέλιον Κυρ. ια΄ Λουκᾶ, «῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα» (Λκ. ιδ΄ 16-24).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.