ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝΠΑΤΕΡΑ ΗΜΩΝ
Χ Ρ Ι Σ Τ Ο Φ Ο Ρ Ο Ν ΤΟΝ ΠΑΠΟΥΛΑΚΟΝ
Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΗ΄ Ἰανουαρίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
**************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ’ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων μιμητὴν εὐφημοῦντες
ὡς εὐσεβείας χριστοκήρυκα ὕμνοις,
Χριστοῦ ἀκαινοτόμητον τὴν πίστιν λαῷ
ἐν σκιᾷ καθεύδοντι ζοφερᾷ ἀγνωσίας
ἀκλινῶς κηρύξαντα, Χριστοφόρον τὸν θεῖον,
ἀναβοῶμεν· Στήριζε ἀεὶ
Ὀρθοδοξίαν εὐχαῖς σου πρὸς Κύριον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
” Χριστοφόρε, δίδαξόν με ὀρθοφρονεῖν. Χ. Μ.”
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ τὴν ἀλήθειαν ἀκλινῶς
λαοῖς ὁ κηρύξας,
Χριστοφόρε, τοῖς ἐν σκιᾷ
κειμένοις ζοφώδους ἀγνωσίας,
ἡμῖν Θεοῦ φῶς ἀνάτειλον γνώσεως.
Ῥυπώδους θελήματος τῆς σαρκὸς
ἡμᾶς ἀνωτέρους,
Χριστοφόρε θεοσεβές,
σῆς χάριτος τήρει τοὺς ἱκέτας,
ἱεροκῆρυξ σεπτὲ καὶ ἁπλούστατε.
Ἱκάνωσον πάντας σοὺς ὑμνητὰς
τηρεῖν ἀνοθεύτους
θείας πίστεως τὰς ἀρχὰς
τοὺς σπεύδοντας, πάτερ Χριστοφόρε,
θεοπειθέσιν εὐχαῖς σου πρὸς Κύριον.
Θεοτοκίον.
Στηρίζουσα πίστεως ἐν ἀρχαῖς
μὴ παύσῃ, Παρθένε,
ἀνυμνοῦντάς σε ἐν χορῷ
ἀσάλευτον ὥσπερ βακτηρίαν
ἡμῶν ἐν βίου ὁδοῖς, παντευλόγητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν Ἀρμπούνων τὸν γόνον
πανευλαβῶς μέλποντες
Παπουλᾶκον νῦν Χριστοφόρον
πίστει κραυγάσωμεν·
Θεοειδὲς ἀσκητά,
ὁ πλάνης ἱεροκῆρυξ,
σκέπε καὶ ἁγίαζε
τοὺς ἀνυμνοῦντάς σε.
Οὐρανόφωτε πάτερ,
ἡμᾶς ἀεὶ φώτιζε
ταῖς μαρμαρυγαῖς διδαχῶν σου
καὶ ἀμαρύγμασι
νουθεσιῶν σου σεπτῶν,
ἱεροκῆρυξ παμμάκαρ,
Χριστοφόρε Ὅσιε,
χάριτος σκήνωμα.
Φωτιστά, Χριστοφόρε,
θεολαμπὲς Ὅσιε,
Πελοποννησίων, σκοτίαν
πάντων ἐσκέδασας·
διὸ καὶ χάριν πολλὴν
ἡμῶν παθῶν ἀπελαύνειν
ζόφωσιν ἀπείληφας
τῶν προστρεχόντων σοι.
Θεοτοκίον.
Οὐρανῶν κληρονόμους
σκηνῶν πιστούς, Δέσποινα,
δεῖξον τοὺς ὑμνοῦντας τὸ πλῆθος
τῶν μεγαλείων σου,
Θεογεννῆτορ σεμνή,
καὶ Χριστοφόρου τιμῶντας
μνήμην τὴν ὑπέρτιμον
καὶ ἀεισέβαστον.
Ὑπόδειξον
οὐρανοδρόμον πορείαν τοῖς σὲ τιμῶσι,
Χριστοφόρε, πρὸς οὐρανοὺς ὁ τείνας τὰ ὄμματα
ψυχῆς σου ἁγνῆς καὶ χριστοφιλήτου.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μὴ παύσῃ Χριστοῦ δεόμενος ἀείποτε
ὑπὲρ τῶν πιστῶς τιμώντων τοὺς ἀγῶνάς σου,
Χριστοφόρε Ὅσιε,
τῶν πλανήτων κηρύκων ἀκρώρεια,
Πελοποννήσου δήμους ἀστραπαῖς
ἁπλῶν καταυγάσας διδαγμάτων σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥῦσαι πάντας ἱκέτας σου
ἀγνωσίας, κῆρυξ πνευματοφόρητε,
Χριστοφόρε, θείας γνώσεως
ὁ ἀνάπτων πῦρ πυρφόροις λόγοις σου.
Εὐσεβείας ὑπόδειξον
δρόμον, Χριστοφόρε, τοῖς ἀνυμνοῦσί σε
Ἀποστόλων ὡς ὁμότροπον
καὶ Χριστοκηρύκων νέον καύχημα.
Διαφύλαττε ἅπαντας
ἀσινεῖς τοὺς σπεύδοντας τῇ σῇ χάριτι
βελεμνῶν τοῦ πολεμήτορος,
Χριστοφόρε, πίστεως ἑδραίωμα.
Θεοτοκίον.
Ἰσχυροὺς τοὺς οἰκέτας σου
δεῖξον ἐν ταῖς μάχαις κατὰ τοῦ ὄφεως,
οὗ τὴν κεφαλὴν συνέτριψας
διὰ τοῦ Υἱοῦ σου, Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δύναμιν λαβὼν
οὐρανόθεν τὴν ἀσθένειαν
κατεπάτησας σοῦ γήρως θαυμαστῶς,
Χριστοφόρε, πρεσβευτὰ ἡμῶν ἀνύστακτε.
Ἅγνισον τὸν νοῦν,
Χριστοφόρε, τῶν τιμώντων σε,
ὁ τηρήσας ἀσφαλῶς ἐν φυλακῇ
τὴν πεντάδα τῶν αἰσθήσεών σου, Ὅσιε.
Ξύλου τῆς ζωῆς
ἀπολαύεις νῦν ἐν δώμασι,
Χριστοφόρε, οὐρανῶν ὡς ἱερὸς
ὁμολογητὴς Χριστοῦ τῆς θείας πίστεως.
Θεοτοκίον.
Ὅλῃ σε ψυχῇ
καὶ καρδίᾳ μεγαλύνομεν,
Θεοτόκε, τὴν ἡμῶν καταφυγὴν
ἐν ἀνάγκαις καὶ παντοίαις περιστάσεσι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεόφωτον, Χριστοφόρε, πύρσευμα
τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας,
Πελοποννήσου λαὸν ὁ φωτίσας
καὶ τοῦ Αἰγαίου τῶν νήσων, διάλυσον
τὴν σκοτομήνην τῶν παθῶν
ἱκετῶν σου καὶ πόνων καὶ θλίψεων.
Μνημόνευε τῶν μνημονευόντων σου,
Χριστοφόρε Παπουλᾶκε, καὶ πᾶσι
δίδου τὴν σὴν εὐλογίαν καὶ χάριν
τοῖς μεγαλύνουσι περιοδίας σου
κηρυκτικὰς πρὸς τοῦ Θεοῦ
ἐντολῶν ψυχοτρόφων διάδοσιν.
Ἐπάκουσον τῶν μακαριζόντων σε,
Χριστοφόρε, ὡς φωστῆρα ἐν σκότει,
τὸν διαλύσαντα τῆς ἀγνωσίας
καὶ ἀνομίας τὴν ζόφωσιν, Ὅσιε,
καὶ ἀνατείλαντα λαῷ
ἐπιγνώσεως ἦμαρ χρυσέρυθρον.
Θεοτοκίον.
Ὁδήγησον πρὸς λιμένα εὔδιον
καὶ ἀχείμαστον, Κυρία Παρθένε,
οἰακοστρόφε ψυχῶν τῶν σῶν δούλων
ἀπλανεστάτη, πανύμνητε Δέσποινα,
τοὺς ποντουμένους ἀλγεινῶς
βιοτῆς τῆς προσκαίρου ἐν κλύδωσι.
Ὑπόδειξον
οὐρανοδρόμον πορείαν τοῖς σὲ τιμῶσι,
Χριστοφόρε, πρὸς οὐρανοὺς ὁ τείνας τὰ ὄμματα
ψυχῆς σου ἁγνῆς καὶ χριστοφιλήτου.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Διὰ τὴν πίστιν ἡμῶν τὴν Ὀρθόδοξον
εἱρκτὴν ἐν Ῥίῳ δεινὴν ὑπομείναντα
καὶ ἐξορίαν εἰς Θήραν τιμήσωμεν
καὶ Ἄνδρον νῦν Χριστοφόρον αἰτούμενοι
αὐτοῦ λιτὰς πρὸς τὸν εὔσπλαγχνον Κύριον.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον· κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 – 33 ).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ….
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον,…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Χριστοφόρε Ὅσιε,
βλαστὲ τερπνὲ Καλαβρύτων,
πάτερ ἰσαπόστολε,
ὁ ἐν χρόνοις γήρως σου
μιμησάμενος
Παῦλον Ἀπόστολον
καὶ τῆς Αἰτωλίας
τὸν πυρσόν, Κοσμᾶν τὸν πάμφωτον,
καὶ Πελοπόννησον
πᾶσαν καταυγάσας πυρσεύμασι
τῶν ἁπλουστάτων λόγων σου,
σκέδασον ἡμῶν τὴν σκοτόμαιναν
βιοτῆς ἐκνόμου,
παθῶν χαμαιζηλίας, ἀσκητά,
καὶ ἀγνωσίας, θεόπνευστε,
πόθῳ δυσωποῦμέν σε.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ πρεσβειῶν σου,
Χριστοφόρε, πρὸς Κτίστην
τὸν πανευΐλατον
ἁγίαζε τὰ ἔργα
καὶ βίον σῶν προσφύγων,
χριστοκῆρυξ ἁπλούστατε,
Πελοποννήσου λαοῦ
ὁ φωτιστὴς ὁ νέος.
Θεϊκῶν ἐνταλμάτων
τὸν διδάσκαλον πάντες
ἀνευφημήσωμεν,
θεόπνουν Χριστοφόρον,
καὶ ἐκ ψυχῆς μυχίων
τούτῳ εἴπωμεν· Ὅσιε,
δεῖξον ἡμῖν τὴν στενὴν
ὁδὸν τῆς σωτηρίας.
Ὁσιότητος κέρας,
μόνην ἔχων οὐσίαν
σὸν εὐτελέστατον
τριβώνιον καὶ ῥάβδον
στηρίξεως καὶ πῆραν,
Χριστοφόρε, ἐκήρυττες
Χριστόν, Σωτῆρα ἡμῶν
καὶ ῥύστην ἐκ θανάτου.
Θεοτοκίον.
Φώτισόν μου τὰ σκότη,
Θεοτόκε Παρθένε,
λαμπὰς ἀείφωτε
ἡμῶν ἐπιστασίας
καὶ ἀρωγῆς ἑτοίμης
καὶ θερμῆς ἀντιλήψεως,
ἀναβοῶ σοι, ἁγνὴ
τοῦ Φωτοδότου Μῆτερ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥεόντων πάντων
δεῖξον ἡμᾶς ὑπερόπτας,
Χριστοφόρε, τοὺς σὲ ἀνυμνοῦντας,
Παπουλᾶκε μάκαρ,
ὡς ζηλωτὴν ἀῤῥεύστων.
Οἱ ἐν τῇ Ἄνδρῳ
καὶ Θήρᾳ νῦν εὐσεβοῦντες,
Χριστοφόρε, ὑμνοῦντες σοὺς θείους
πόνους ἐξορίας
ἐκδέχονται σὴν χάριν.
Νέκρωσον πάθη
ἡμῶν σαρκός, Χριστοφόρε,
ἑαυτὸν ὁ νεκρώσας τῷ κόσμῳ
καὶ ζηλώσας δόξαν
δωμάτων οὐρανίων.
Θεοτοκίον.
Εὐκλείας θείας
ἡμᾶς μετόχους, Παρθένε,
δεῖξον πάντας τοὺ σὲ ἀνυμνοῦντας,
Κεχαριτωμένη,
Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ἀξίωσόν με
τὴν μορφὴν Κυρίου,
Οὗ ἀπολαύεις τῆς θείας λαμπρότητος,
θεοειδὲς Χριστοφόρε, τοῦ πόλου ἔνοικε.
Νικῆσαι τὸν Βελίαρ
καταξίωσόν με,
ὡς νικητὴν τὸν ὑμνοῦντά σε ὄφεως
τοῦ πονηροῦ, Χριστοφόρε πνευματοκίνητε.
Χαρᾶς ἡμῶν καρδίας
πλῆσον, Χριστοφόρε,
τῶν ἀλγεινῶς θλιβομένων, θεόπνευστε
ἱεροκῆρυξ, δογμάτων ὀρθῶν ὑπέρμαχε.
Θεοτοκίον.
Μετὰ τοῦ Χριστοφόρου,
τῆς Ὀρθοδοξίας
προμάχου νέου, σὸν Τόκον ἱκέτευε
ὑπὲρ τῶν πίστει, Παρθένε, μακαριζόντων σε.
Ἄξιόν ἐστι….καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ὁ φωτίσας τοὺς ἐν σκιᾷ
ἀγνωσίας ὄντας,
Χριστοφόρε, πάτερ ἡμῶν,
ἐν Πελοποννήσῳ
καὶ νήσοις τῶν Κυκλάδων,
πεπαῤῥησιασμένων
λόγων ἀκτῖσί σου.
Χαίροις, τῶν Ἀρμπούνων νεοθαλὲς
βλάστημα καὶ Μάνης
πάσης λύχνε νεοφεγγές,
χαίροις, Χριστοφόρε,
τοὐπίκλην Παπουλᾶκε,
λαοῦ ἐζοφωμένου
σέλας ἀείφωτον.
Χαίροις, Ἀχαΐας ὁ φωτιστής,
Μάνης τε Ἀσίνης,
Λακεδαίμονος, Καλαμῶν
καὶ Πελοποννήσου
ἁπάσης, Χριστοφόρε,
Χριστοῦ τῆς Ἐκκλησίας
ἄστρον νεόφωτον.
Ἐν εἰρήνῃ, Ὅσιε ἀσκητά,
μάκαρ Χριστοφόρε,
ἐτελεύτησας καὶ Μονὴν
Παναχράντου Ἄνδρου
ἡγίασας σῷ τάφῳ,
Ἀρμπούνων μέγα κλέος,
ὦ ἰσαπόστολε.
Χριστοφόρε, πρέσβευε ἐκτενῶς
σὺν Διονυσίῳ,
τῆς Σκιάθου τέκνῳ σεπτῷ,
τῷ Χριστῷ ἰσχῦσαι
ἡμᾶς ὁμολογῆσαι
λαμπρῶς Χριστοῦ τὴν κλῆσιν
τὴν πανσεβάσμιον.
Χαίροις, ὁ ἐν Θήρᾳ ἐξορισθεὶς
καὶ καθαγιάσας
τῶν δακρύων σου ἐκροαῖς
Ἠλιοὺ Προφήτου
τὴν Μάνδραν, Χριστοφόρε,
χριστοκηρύκων νέων
ἔμπνουν θησαύρισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν θεόσδοτον πλάνητα χριστοκήρυκα,
διδασκαλίαις πανσόφοις
τὴν ἀγνωσίαν λαοῦ
διαλύσαντα καὶ γνῶσιν πρὸς σωτήριον
καθοδηγήσαντα πολλοὺς
εὐφημήσωμεν λαμπρῶς,
θεόπνευστον Χριστοφόρον,
βοῶντες· Ὅσιε πάτερ,
ἡμῖν ἱλέωσαι τὸν Ὕψιστον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε Χριστοφόρον τὸν σεπτόν,
κήρυκα δεινὸν εὐσεβείας
μελισταγέσιν ᾠδαῖς
μέλψωμεν ὡς πάμφωτον
ἀστέρα πίστεως
ἄρτι ἐξανατείλαντα
ἐν Πελοποννήσῳ
καὶ καταφωτίσαντα
πιστῶν τὸν σύλλογον
κράζοντες· Πανόσιε πάτερ,
σκέδασον ἡμῶν ἀγνωσίας
ζόφον ἀστραπαῖς λιτῶν ἐνθέρμων σου.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχον.
Νεκτάριον ἀεὶ φρούρει, Χριστοφόρε,
σὺν Χαραλάμπει, ἱκέτῃ χάριτός σου.
ΤΕΛΟΣ
ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼ ΗΜΩΝ
Ἀριθμ. Καταλ. Π. 442 / 1-8-09
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος(Ψαλμ. 117, 14)
Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)
*******************************************************************
Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας