Normal 0 false false false EL X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:”Κανονικός πίνακας”; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:””; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin-top:0cm; mso-para-margin-right:0cm; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0cm; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:”Calibri”,”sans-serif”; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-fareast-language:EN-US;}
14 ΝΟΕΜΒΡΙΟΥ 2010
Κυριακὴ H´ Λουκᾶ.
Φιλίππου Ἀποστόλου ἐκ τῶν ΙΒ´, Γρηγορίου Θεσσαλονίκης τοῦ Παλαμᾶ, Κωνσταντίνου Νεομάρτυρος τοῦ Ὑδραίου.
Ἦχος πλ. δ´. Ἑωθινὸν Γ´.
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, καὶ Ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα. Τοῦ Ἀποστόλου. Ἦχος γ´.
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος…
* * *
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. δ´.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα.
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος* κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο, ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου…
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ὑπακοή. Ἦχος πλ. δ´.
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀναβαθμοί. Ἦχος πλ. δ´. Ἀντίφωνον Α´.
Ἐκ νεότητός μου ὁ ἐχθρὸς με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´.
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´.
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …
… εἰς γενεὰν καὶ γενεάν.
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, …
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ…
…πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑῳθινὸν Γ´ (Μαρκ. ιϚ´ 9-20).
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Ο Ν´ ΨΑΛΜΟΣ
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
Ἐλέει καὶ οἰκτιρμοῖς…
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς·
Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ προφρόνως.
Θεοφάνους.
Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τοῦ Πατρός σοι τὴν δόξαν δι᾿ ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, Θεομακάριστε.
Δόξα.
Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, οὐδ᾿ ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Χριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκλελοιπότων ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.
.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Καὶ τοῦ Ἀποστόλου.
Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ᾿ ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι᾿ αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι.
Δόξα.
Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ σοὶ Πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας· ἀλλ᾿ ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.
Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κοντάκιον τοῦ Ἀποστόλου.
Ἦχος πλ. δ´. Ὡς ἀπαρχάς.
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητής τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος. Ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ὁ Οἶκος.
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισόν μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Κάθισμα τοῦ Ἀποστόλου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα· καὶ οὐκ ἔχω τί πράξαι, οὐδὲ καταφύγιον, ἀλλ᾿ οὐδ᾿ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό· Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΜΗΝΟΛΟΓΙΟΝ
Κοντάκιον τὸ Ἀναστάσιμον.
Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε.
Συναξάριον.
Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν Δώδεκα.
Στίχοι.
Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.
Ἤρθης κἀκκεφαλῆς δεκάτῃ, Φίλιππε, τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ, τοῦ Θαυματουργοῦ καὶ ὑπερθέου διδασκάλου τοῦ ἀκτίστου φωτός, τοῦ διαπρέψαντος ἐν ἔτει ͵ατμ´ (1340). Ἔτι δὲ καὶ τῶν λοιπῶν μελῶν τῆς οἰκογενείας αὐτοῦ, ἤτοι τῶν γονέων Κωνσταντίου καὶ Καλλονῆς καὶ τῶν αὐταδέλφων αὐτοῦ Ὁσίων Θεοδοσίου καὶ Μακαρίου καὶ Ἐπιχάρεως καὶ Θεοδότης.
Στίχοι.
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Θεῷ συνήφθης γρηγορῶν φερωνύμως,
Καὶ ζῇς μεταστάς, θαυματουργεῖς δ᾿ ἐν τάφῳ.
Τίς ἄν σε, Γρηγόριε, τίς ἐπαινέσαι;
Τιμῆς Θεοῦ λαχόντα τῆς ἐκ θαυμάτων.
Γρηγόριος θάνεν ἀρχιθύτης, τετάρτῃ δεκάτῃ τε.
Ὁ Ἅγιος Ἔνδοξος Νεομάρτυς Κωνσταντῖνος, ὁ ἐξ Ὕδρας μὲν βλαστήσας, ἐν δὲ τῇ νήσῳ Ῥόδῳ μαρτυρήσας ἐν ἔτει ͵αω´ (1800), ἀγχόνῃ τελειοῦται.
Στίχοι.
Ὕδρᾳ ἀνύδρῳ νῦν ῥέει ξένον,
Τῶν ἰαμάτων ἐκ σοροῦ Κωνσταντίνου.
Βῇ δεκάτῃ τετάρτῃ νεόαθλος δῶμα Θεοῖο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Ἰουστινιανοῦ Α´ καὶ τῆς συζύγου αὐτοῦ Θεοδώρας.
Στίχοι.
Ἰουστινιανὸς σὺν τῇ Θεοδώρα,
Μέτοχοί εἰσι Βασιλείας τῆς ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐφημιανοῦ, ἀσκήσαντος ἐν Κύπρῳ.
Στίχοι.
Εὐφημιανὸς ἀσκήσας ἐν τῇ Κύπρῳ,
Ἐδὲμ εὕρατο ἀνάπαυσιν τῶν κόπων.
*
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλίππου, κτίτορος τῆς Μονῆς τῆς Ἁγίας Τριάδος ἐν Ἰράπ, πλησίον τοῦ Νόβγκοροντ.
Στίχοι.
Τριάδα ἔχει ὁ Φίλιππος χρεῶστιν,
ᾟ ἀνέθετο Μονὴν εὐαγεστάτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν δεκάτην τρίτην τοῦ μηνὸς Νοεμβρίου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν συνεργατῶν, εὐεργετῶν, φοιτητῶν, διακόνων καὶ δορυφόρων τοῦ ἱεροῦ Χρυσοστόμου σὺν Ἀνθούσῃ, τῇ αὐτοῦ μητρὶ καὶ Ὀλυμπιάδι, τῆ σεμνῇ διακόνῳ.
Στίχοι.
Χαίρετε, συνεργοί, μαθηταὶ καὶ φίλοι
σεπτοῦ Χρυσοστόμου, εὐσεβείας στύλου.
Ὁ δὲ χορὸς τῶν ἑορταζομένων Ἁγίων διαλαμβάνει τοὺς ἑξῆς· Ἀνθοῦσαν, μητέρα τοῦ ἱεροῦ Χρυσοστόμου, Ὀλυμπιάδα, τὴν αὐτοῦ πιστοτάτην μαθήτριαν, συνεργὸν καὶ διάκονον, μετὰ τῶν διακονισσῶν Ἐλισσανθίας, Μαρτυρίας καὶ Παλλαδίας, Μελέτιον, Ἀρχιεπίσκοπον Ἀντιοχείας, τὸν αὐτὸν χειροτονήσαντα, Πρόκλον, Πατριάρχην Κωνσταντινουπόλεως, τὸν αὐτοῦ μαθητὴν καὶ διάκονον, τὸν ἀνύσαντα κατορθώσαντα τὴν ἐπάνοδον τῶν ἱερῶν λειψάνων τοῦ Ἁγίου Πατρὸς ἐκ Κομάνων εἰς Βασιλεύουσαν, Παλλάδιον, Ἐπίσκοπον Ἑλενουπόλεως, τὸν καταγράψαντα τὴν αὐτοῦ λαμπρὰν πολιτείαν, Κασσιανὸν τὸν Ῥωμαῖον, Ὅσιον ἀσκητήν, χειροτονηθέντα εἰς διάκονον ὑπ᾿ αὐτοῦ καὶ καταλιπόντα τὴν Κωνσταντινούπολιν τοῦ ὀργανῶσαι τὸν μοναχικὸν βίον ἐν τῇ Δύσῃ, Νεῖλον Ὅσιον, τὸν Σιναΐτην, αὐτοῦ μαθητήν, Μᾶρκον τὸν ἀσκητήν, φίλον αὐτοῦ καὶ μαθητήν, ὡς καὶ πλῆθος ἐπωνύμων καὶ ἀνωνύμων Ἐπισκόπων, Πρεσβυτέρων, Διακόνων, Μοναχῶν καὶ Λαϊκῶν, πλείστων ἐξ αὐτῶν ὁμολογητῶν ἀναδειχθέντων τῆς ὀρθοδόξου πίστεως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὴν Εἴσοδον.
ᾨδὴ γ´.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * κἂν τῇ σεπτῇ Εἰσόδῳ σου * στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη τὰ σύμπαντα * ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· * σὺ γὰρ ἀπειρόγαμε Παρθένε, * ἔνδον εἰσῆλθες * ἐν τῷ Ναῷ τοῦ Θεοῦ, * ὥσπερ καθαρώτατος Ναός, * πᾶσι τοῖς ὑμνοῦσί σε * τὴν εἰρήνην βραβεύουσα.
ᾨδὴ Ϛ´.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος δ´.
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ…
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ…
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ…
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ…
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ…
Καταβασία. ᾨδὴ θ´.
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὰ ἱερὰ Εἰσόδια * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, …
… ὅτι ἅγιος ἐστι.
Ἐξαποστειλάριον Γ´. Ἦχος β´.
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Καὶ τοῦ Ἀποστόλου.
Ἦχος γ´. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων· καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτο σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Θεοτοκίον. Ὅμοιον.
Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων,
… κακῶν περίσῳζε πάντας.
* * *
ΑΙΝΟΙ
Ἦχος πλ. δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα δ´.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ᾿ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
Καὶ τοῦ Ἀποστόλου γ´ εἰς δ´.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων· δι᾿ ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τῶν οὐρανίων σου φθόγγων…
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς Οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως· μεθ᾿ ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
Ἕτερον Προσόμοιον πρὸς συμπλήρωσιν τῶν ἀνωτέρω, ὡς ψάλλεται ἐν τῇ ἁγιοτόκῳ νήσῳ Κύπρῳ, ἔνθα τεθησαύρισται ἡ Τιμία Κάρα τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου.
Κέκτηται μάκαρ ἡ Κύπρος, τὴν θείαν κάραν σου, λαμπρῶς ἐπιτελοῦσα, σὴν σεβάσμιον μνήμην, Φίλιππε θεόφρον καὶ ἐν αὐτῇ, ἐγκαυχωμένη ἀγάλλεται, ὅτι αὐτὴν ἐκ κινδύνων καὶ συμφορῶν, ἐκλυτυροῦσαι ταῖς πρεσβείαις σου.
Δόξα. Ἑωθινὸν Γ´. Ἦχος γ´.
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος β´.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἐὰν δὲν ψαλῶσι Τυπικὰ μετὰ Μακαρισμῶν, τὰ Ἀντίφωνα τῶν Κυριακῶν·
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος…
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Στίχ. γ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).

Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστὰς ἐκ νεκρῶν…
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων,
ἐὰν τελεῖται συλλείτουργον)
Τὰ ἀπολυτίκια τῶν ἑορταζομένων Ἁγίων.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων,
ἐὰν τελεῖται συλλείτουργον)
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Τοῦ Ἀποστόλου. [Τῆς Ι´ Κυρ.] (Α´ Κορ. δ´ 9-16)
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς ιη´).
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀλληλούϊα (γ´). Ἦχος β´. (Ψαλμὸς πη´).
Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Η´ Λουκᾶ (ι´ 25-37).
Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τὶ ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τὶ γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν». Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τὶς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Δόξα σοι Κύριε, δόξα σοι.
* * *
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῇ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν τὴν αἰώνιον. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· «…Ὁ ἀναστὰς ἐκ νεκρῶν…»
Δι᾿ εὐχῶν… Ἀμήν.
* * * * *
ΕΝΑΛΛΑΚΤΙΚΑ ΥΜΝΟΛΟΓΙΚΑ
Ἀπολυτίκιον τοῦ Ἀποστόλου.
Ἦχος γ´. Θείας πίστεως. Γερασίμου.
Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέλακας, καὶ τῇ ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θεία αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου.
Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονή, τῶν Θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς Χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Νεομάρτυρος.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντίνον τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σὲ στεφανώσαντι.
Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν ὁσίων φωστῆρα καὶ τῆς Λύσης τὸ καύχημα, Εὐφημιανὸν τὸν θεόπνουν, εὐφημήσωμεν ᾄσμασι. Τῷ πίστει ἀναλώσαντι αὐτόν, ἀσκήσει καὶ συντόνῳ προσευχῇ, καὶ πτερώσαντι ἐκθύμως, τὸν νοῦν πρὸς δόμους δόξης ἐκβοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πιστὸς ἰάματα.
*
Κυριακὴ μετὰ τὴν ΙΓ´ Νοεμβρίου.
Σύναξις πάντων τῶν συνεργατῶν, εὐεργετῶν, φοιτητῶν, διακόνων καὶ δορυφόρων τῆς μνήμης τοῦ ἱεροῦ Χρυσοστόμου σὺν Ἀνθούσῃ, τῇ αὐτοῦ μητρὶ καὶ Ὀλυμπιάδι, τῆ σεμνῇ διακόνῳ.
Ἀπολυτίκιον τῶν Ἁγίων.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Θεαυγοῦς Χρυσοστόμου χορὸν χρυσόπλοκον, τῶν ἐπωνύμων ἐν ὕμνοις καὶ ἀφανῶν φοιτητῶν, συνεργῶν, εὐεργετῶν καὶ φίλων μέλψωμεν, πάντων τῶν ὁμολογητῶν, εὐκλεῶν ἱεραρχῶν, ὁσίων καὶ πρεσβυτέρων, μεθ᾿ ὧν Χριστὸν δυσωποῦσιν ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
* * *
Ἱστέον, ὅτι ἀπὸ τῆς αὔριον ἄρχεται ἡ Νηστεία τῶν Χριστουγέννων, καθ᾿ ἣν κατὰ παράδοσιν εἶναι ἐπιτρεπτόν, καταλύωμεν ἰχθύας κατὰ Σάββατον καὶ Κυριακήν, ἀπὸ 21ης Νοεμβρίου ἕως καὶ 17ης Δεκεμβρίου.
* * * * *
Σημείωσις·
Ὅτε ἑορτάζει πληθὺς Ἁγίων ἔν τινι ἡμέρᾳ, εἰς τὴν διάκρισιν τοῦ Προεστῶτος ἀπόκειται τὸ νὰ συντμηθῇ πως τὸ Μηνολόγιον καὶ δὴ οἱ Στίχοι.
Σημειωθείτω ὅτι οἱ πλεῖστοι τοῦ Μηνολογίου Στίχοι συνθέτην ἔχουσι τὸν ἐν Ὁσίοις λαμπρὸν Διδάσκαλον τῆς Ἐκκλησίας Νικόδημον τὸν Ἁγιορείτην, ἔνιοι δὲ τὸν νεωστὶ ἀναλάμψαντα ἡμῖν ἔνθεον Ὑμνογράφον Γεράσιμον τὸν Μικραγιαννανίτην, οἱ πλεῖστοι δὲ τῶν στερεοτύπων Μηναίων συνθέτην ἔχουσι Χριστοφόρον τὸν Μυτιληναῖον. Λαμβάνομεν δὲ καὶ ἐξ ἑτέρων νεωτέρων, ἀνεγνωρισμένων ἐκκλησιαστικῶς Ὑμνογράφων ὡς τοῦ Χαραλάμπους Μπούσια καὶ τῆς Μοναχῆς Ἰσιδώρας, Ἡγουμένης τῆς Μονῆς Ἁγίου Ἱεροθέου Μεγάρων. Βοηθούμεθα δὲ καὶ ἐκ τῆς σχετικῆς «Συλλογῆς Μηνολογίων» τῶν Σιμωνοπετριτῶν.
Ἐν ἀκροτάτῳ σεβασμῷ πρὸς τὴν Ἱερὰν Παράδοσιν τῆς Ὀρθοδόξου Ἐκκλησίας καὶ πρὸς τὴν ἐκκλησιαστικὴν εὐταξίαν διευκρινίζομεν, ὅτι ὁ ἐμπλουτισμὸς τοῦ Μηνολογίου ἐντάσσεται εἰς τὸν εὐλαβῆ πόθον τῶν χριστιανῶν τῆς σήμερον πρὸς ἀνάμνησιν καὶ τιμὴν καὶ σέβας πρὸς τοὺς λαμπροὺς ἀστέρας τῆς Ἐκκλησίας, τοὺς δι᾿ ἀσκήσεως ἢ ἀθλήσεως τῷ Κυρίῳ ἡμῶν εὐαρεστήσαντας καὶ ὑπ᾿ Αὐτοῦ δοξασθέντας.
Διὰ τὴν ἐπ᾿ Ἐκκλησίαις χρῆσιν αὐτονοήτως ἀπαιτεῖται ἐξάρτησις καὶ ἐναρμονισμὸς μετὰ τῆς ἐπιτοπίου Ἐκκλησιαστικῆς Ἀρχῆς, ἤτοι τοῦ ἐπιχωρίου Ἐπισκόπου.
Παραδρομαί τινες εἰς τὴν σύνθεσιν τῆς Ἀκολουθίας ταύτης, εἴτε τυπογραφικῆς, εἴτε γραμματικῆς φύσεως, εἴτε τῆς Τυπικῆς ἀκριβείας, εἶναι, παρὰ πᾶσαν φιλότιμον προσπάθειαν ἐπιμελείας, ἀναπόφευκται. Ἐπαφιέμεθα εἰς τὴν ἀγχίνοιαν ὑμῶν πρὸς διόρθωσιν. Καὶ καταθέτομεν πᾶσαν προθυμίαν καὶ εὐπείθειαν εἰς τὰς ὑποδείξεις αὐτῶν.