† ΚΥΡΙΑΚΗ ΚϚ΄. † ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ (τυπικὸν 21ης Νοεμβρίου §§ 8-10). ῏Ηχος α΄, [ἑωθινὸν δ΄].
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Χαρὰν προμνηστεύεται»· κοντάκιον «Εὐφροσύνης σήμερον ἡ οἰκουμένη».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς στιχηρὰ προσόμοια «Σήμερον, πιστοί, χορεύσωμεν» 3 καὶ ἕτερα 3 «Τῶν ἁγίων εἰς ἅγια», Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Μετὰ τὸ τεχθῆναί σε».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα τῆς ἑορτῆς.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Σήμερον τὰ στίφη τῶν πιστῶν».
ΑΠΟΛΥΤΙΚΙΑ «Τοῦ λίθου σφραγισθέντος», Δόξα, «Σήμερον τῆς εὐδοκίας», Καὶ νῦν, τὸ αὐτό.
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς, Δόξα, Καὶ νῦν, «᾿Επέλαμψεν ἡμέρα χαρμόσυνος», τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Σήμερον τῆς εὐδοκίας».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ καὶ ὁ πολυέλεος «᾿Εξηρεύξατο ἡ καρδία μου».]
ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α΄ στιχολογίαν ἀναστάσιμα 2 καὶ τῆς ἑορτῆς «Δικαίων ὁ καρπός»· εἰς τὴν β΄ στιχολογίαν ἀναστάσιμα 2 καὶ τῆς ἑορτῆς «Πρὸ συλλήψεως, ἁγνή»· εἰς τὴν γ΄ στιχολογίαν «᾿Αγαλλιάσθω ὁ Δαυίδ» (δίς). ῾Η αἴτησις, ἡ ὑπακοὴ καὶ οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον τῆς ἑορτῆς «῎Ακουσον, θύγατερ, καὶ ἴδε»· τὸ «Πᾶσα πνοή».
ΕΥΑΓΓΕΛΙΟΝ τοῦ ὄρθρου τῆς ἑορτῆς «᾿Αναστᾶσα Μαριάμ» (ἀπὸ τῶν βημοθύρων)· «᾿Ανάστασιν Χριστοῦ θεασάμενοι» καὶ ὁ ν΄ ψαλμός (χῦμα), Δόξα, «Σήμερον ὁ ναὸς ὁ ἔμψυχος», Καὶ νῦν, τὸ αὐτό· ὁ στίχος «᾿Ελέησόν με, ὁ Θεός», καὶ τὸ ἰδιόμελον «Σήμερον ὁ θεοχώρητος ναός» (λιτῆς).
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν τοῦ α΄· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου χῦμα, εἶτα τὸ τῆς ἑορτῆς κάθισμα «᾿Αναβόησον Δαυίδ»· ἀφ᾿ ϛ΄ κοντάκιον καὶ οἶκος τῆς ἑορτῆς καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χριστὸς γεννᾶται»· εἶτα ἡ θ΄ ᾠδὴ τῶν δύο κανόνων μετὰ τῶν ἀντιστοίχων μεγαλυναρίων καὶ ἡ καταβασία «[Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν…] Μυστήριον ξένον».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ δ΄ ἀναστάσιμον «Ταῖς ἀρεταῖς ἀστράψαντες», καὶ τὸ τῆς ἑορτῆς «῝Ην πάλαι προκατήγγειλε» (δίς).
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 4 «Λαμπαδηφόροι παρθένοι» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα α΄) «᾿Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι», β΄) «᾿Απενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως», Δόξα, «Σήμερον τῷ ναῷ προσάγεται», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς ὡς ἐν τῷ Μηναίῳ (εἰς τὸ β΄ ἀντίφωνον μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς… ὁ ἀναστάς…»).
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν… Σῶσον ἡμᾶς… ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια μόνον «Τοῦ λίθου σφραγισθέντος», τῆς ἑορτῆς «Σήμερον τῆς εὐδοκίας», καὶ τὸ κοντάκιον «῾Ο καθαρώτατος ναός». Τρισάγιον.
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: τῆς ἑορτῆς, 21 Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή» (῾Εβρ. θ΄ 1-7)· Εὐαγγέλιον: ὁμοίως, 8 Σεπτ., «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28).
Εἰς τὸ ᾿Εξαιρέτως «῎Αγγελοι τὴν εἴσοδον… ῾Ως ἐμψύχῳ Θεοῦ».
ΚΟΙΝΩΝΙΚΟΝ «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».
Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.
Εἰδήσεις.
1. ᾿Απὸ σήμερον ἕως τῆς 24ης Δεκεμβρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Χριστὸς γεννᾶται».
2. Τῇ 22ᾳ καὶ τῇ 24ῃ Νοεμβρίου τῶν κανόνων τοῦ Μηναίου εἰς τὸν ὄρθρον προτάσσεται ὁ α΄ κανὼν τῆς ἑορτῆς, τῇ δὲ 23ῃ ὁ β΄ κανών.
3. Ἀπὸ σήμερον μέχρι τῆς 25ης Νοεμβρίου σχολάζει ἡ παρακλητική (πλὴν Κυριακῆς), εἰς δὲ τὴν θ. λειτουργίαν ἀντίφωνα τὰ τῆς ἑορτῆς.